κατέλιπον ὦνερ. Βλέπυρος αἱ δὲ δὴ Λακωνικαὶ ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία; Πραξάγορα ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ. Βλέπυρος οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα, ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι; Πραξάγορα μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον. Βλέπυρος ἡκκλησία; Πραξάγορα μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην. ἀτὰρ γεγένηται; Βλέπυρος ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με φράσαντά σοι χθές; Πραξάγορα ἄρτι γʼ ἀναμιμνῄσκομαι. Βλέπυρος οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα; Πραξάγορα μὰ Δί ἐγὼ μὲν οὔ. Βλέπυρος κάθησο τοίνυν σηπίας μασωμένη. ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν. Πραξάγορα τί δρᾶν; ὑφαίνειν; Βλέπυρος οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν. Πραξάγορα τίνων; Βλέπυρος ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων. Πραξάγορα νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις ἔσται τὸ λοιπόν. Βλέπυρος κατὰ τί; Πραξάγορα πολλῶν οὕνεκα. οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν, οὐ συκοφαντεῖν—