ὅ τί μοι τοῦτʼ ἔστιν; ὡς εὐηθικῶς. Πραξάγορα οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. Βλέπυρος οὐκ ἴσως ἑνός γε. Πραξάγορα καὶ μὴν βασανίσαι τουτί γέ σοι ἔξεστι. Βλέπυρος πῶς; Πραξάγορα εἰ τῆς κεφαλῆς ὄζω μύρου. Βλέπυρος τί δʼ; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου; Πραξάγορα οὐ δῆτα τάλαν ἔγωγε. Βλέπυρος πῶς οὖν ὄρθριον ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου; Πραξάγορα γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη μετεπέμψατʼ ὠδίνουσα. Βλέπυρος κᾆτʼ οὐκ ἦν ἐμοὶ φράσασαν ἰέναι; Πραξάγορα τῆς λεχοῦς δʼ οὐ φροντίσαι οὕτως ἐχούσης ὦνερ; Βλέπυρος εἰποῦσάν γέ μοι. ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν. Πραξάγορα μὰ τὼ θεὼ ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ. Βλέπυρος εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν; ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον. Πραξάγορα ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής· ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην· σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν