ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας πώγωνας ἐξηρτημένας, μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ. ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς ἐλθοῦσα πρὸς τὸ τειχίον παραβλέπουσα θατέρῳ πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα, καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα· χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι. Πραξάγορα ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν. ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν, ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω, χάλα συναπτοὺς ἡνίας Λακωνικάς, βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν ταύτας κατευτρέπιζʼ, ἐγὼ δὲ βούλομαι εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με ἰδεῖν, καταθέσθαι θοἰμάτιον αὐτοῦ πάλιν ὅθενπερ ἔλαβον τἄλλα θʼ ἁξηνεγκάμην. Χορὸς κεῖται καὶ δὴ πάνθʼ ἅπερ εἶπας, σὸν δʼ ἔργον τἄλλα διδάσκειν, ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν. οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασʼ οἶδα γυναικί. Πραξάγορα περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι, ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε. Βλέπυρος αὕτη πόθεν ἥκεις Πραξαγόρα; Πραξάγορα τί δʼ ὦ μέλε σοὶ τοῦθʼ;