κινεῖν ἑαυτάς. Χρέμης ἢν δὲ μὴ δυνώμεθα; Βλέπυρος ἄριστον οὐ δώσουσι. Χρέμης σὺ δέ γε νὴ Δία δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα. Βλέπυρος τὸ πρὸς βίαν δεινότατον. Χρέμης ἀλλʼ εἰ τῇ πόλει τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν. Βλέπυρος λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων, ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα, ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. Χρέμης καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί. ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε. Βλέπυρος καὶ σύ γʼ ὦ Χρέμης. Χορὸς ἔμβα χώρει. ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ; στρέφου σκόπει, φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι, μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ. Χορὸς ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε· ἡμῖν δʼ ἂν αἰσχύνην φέροι πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν. πρὸς ταῦτα συστέλλου σεαυτὴν καὶ περισκοπουμένη τἀνθένδε καὶ τἀκεῖσε καὶ τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα. ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν· τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.