οὗτος τί ποιεῖς; οὔτι που χέζεις; Βλέπυρος ἐγώ; οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι. Χρέμης τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον; Βλέπυρος ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών. ἀτὰρ πόθεν ἥκεις ἐτεόν; Χρέμης ἐξ ἐκκλησίας. Βλέπυρος ἤδη λέλυται γάρ; Χρέμης νὴ Δίʼ ὄρθριον μὲν οὖν. καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ. Βλέπυρος τὸ τριώβολον δῆτʼ ἔλαβες; Χρέμης εἰ γὰρ ὤφελον. ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον. Βλέπυρος τὸ δʼ αἴτιον τί; Χρέμης πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα. καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία· ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί. Βλέπυρος οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών; Χρέμης πόθεν; οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον ἁλεκτρυὼν ἐφθέγγετʼ. Βλέπυρος οἴμοι δείλαιος. Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου