καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον, καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι. ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι; ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ; οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται. οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν. οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον. Ἀνήρ τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν; Βλέπυρος νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος. Ἀνήρ εἰπέ μοι, τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που Κινησίας σου κατατετίληκέν ποθεν; Βλέπυρος οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται. Ἀνήρ τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν; Βλέπυρος οὐκ ἔχω φράσαι. ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν. Ἀνήρ εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι; Βλέπυρος μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει, ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν· ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον. Ἀνήρ νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν. κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.