ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν. Πραξάγορα ἐγὼ δέ γʼ ὑμᾶς προσδοκῶσʼ ἠγρηγόρη τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα τήνδʼ ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν. δεῖ γὰρ τὸν ἄνδρʼ αὐτῆς λαθεῖν. Γυνὴ Β ἤκουσά τοι ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων, ἅτʼ οὐ καταδαρθοῦσʼ. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη, Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμʼ ἐγώ, τὴν νύχθʼ ὅλην ἤλαυνέ μʼ ἐν τοῖς στρώμασιν, ὥστʼ ἄρτι τουτὶ θοἰμάτιον αὐτοῦ ʼλαβον. Γυνὴ Α καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην. Πραξάγορα οὔκουν ἐπείξεσθʼ; ὡς Γλύκη κατώμοσεν τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτείσειν κἀρεβίνθων χοίνικα. Γυνὴ Α τὴν Σμικυθίωνος δʼ οὐχ ὁρᾷς Μελιστίχην σπεύδουσαν ἐν ταῖς ἐμβάσιν; Πραξάγορα καίτοι δοκεῖ κατὰ σχολὴν παρὰ τἀνδρὸς ἐξελθεῖν μόνη. Γυνὴ Α τὴν τοῦ καπήλου δʼ οὐχ ὁρᾷς Γευσιστράτην ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα; Γυνὴ Β καὶ τὴν Φιλοδωρήτου τε καὶ Χαιρητάδου ὁρῶ προσιούσας χἀτέρας πολλὰς πάνυ γυναῖκας, ὅ τι πέρ ἐστʼ ὄφελος ἐν τῇ πόλει. Γυνὴ Γ καὶ πάνυ ταλαιπώρως ἔγωγʼ ὦ φιλτάτη ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθʼ ὅλην ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος. Πραξάγορα κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε