ἂν χειροτονῶμεν ἅπανθʼ ὁπόσʼ ἂν δέῃ τὰς ἡμετέρας φίλας. καίτοι τί λέγω; φίλους γὰρ χρῆν μʼ ὀνομάζειν. Χορός ὅρα δʼ ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως ἥκοντας, ὅσοι πρὸ τοῦ μέν, ἡνίκʼ ἔδει λαβεῖν ἐλθόντʼ ὀβολὸν μόνον, καθῆντο λαλοῦντες ἐν τοῖς στεφανώμασιν, νυνὶ δʼ ἐνοχλοῦσʼ ἄγαν. ἀλλʼ οὐχί, Μυρωνίδης ὅτʼ ἦρχεν ὁ γεννάδας, οὐδεὶς ἂν ἐτόλμα τὰ τῆς πόλεως διοικεῖν ἀργύριον φέρων· ἀλλʼ ἧκεν ἕκαστος ἐν ἀσκιδίῳ φέρων πιεῖν ἅμα τʼ ἄρτον αὑτῷ καὶ δύο κρομμύω καὶ τρεῖς ἂν ἐλάας. νυνὶ δὲ τριώβολον ζητοῦσι λαβεῖν, ὅταν πράττωσί τι κοινὸν ὥσ- περ πηλοφοροῦντες. Βλέπυρος τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι; ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται. ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν, τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ