ἐπερειδόμεναι βαδίζετʼ ᾄδουσαι μέλος πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι τὸν τῶν ἀγροίκων. Γυνὴ Β εὖ λέγεις· ἡμεῖς δέ γε προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκνʼ ἥξειν ἄντικρυς γυναῖκας. Πραξάγορα ἀλλὰ σπεύσαθʼ ὡς εἴωθʼ ἐκεῖ τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. Χορὸς ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι· τοῦτο γὰρ χρὴ μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτʼ ἐξολίσθῃ ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον. Χορός χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες· ἠπείλησε γὰρ ὁ θεσμοθέτης, ὃς ἂν μὴ πρῲ πάνυ τοῦ κνέφους ἥκῃ κεκονιμένος, στέργων σκοροδάλμῃ βλέπων ὑπότριμμα, μὴ δώσειν τὸ τριώβολον. ἀλλʼ ὦ Χαριτιμίδη καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων, σαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς ὧν δεῖ σʼ ἀποδεῖξαι· ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι καθεδούμεθʼ, ὡς