ἴσασι πάντες. Πραξάγορα ἀλλὰ καὶ μελαγχολᾶν. Γυνὴ Α καὶ τοῦτʼ ἴσασιν. Πραξάγορα ἀλλὰ καὶ τὰ τρύβλια κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς. Γυνὴ Α τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ; Πραξάγορα τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν. Γυνὴ Α τί δʼ ἢν ὑποκρούωσίν σε; Πραξάγορα προσκινήσομαι ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων. Γυνὴ Α ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται ἕλκωσιν, ὅ τι δράσεις ποτʼ. Πραξάγορα ἐξαγκωνιῶ ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι. Γυνὴ Β ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν. Γυνὴ Α ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε. εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει. Πραξάγορα χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια· ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς, ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε. ἔπειτʼ ἐπειδὰν ταῦτα πάντʼ ἔχῃ καλῶς, περιδεῖσθε τοὺς πώγωνας. ἡνίκʼ ἂν δέ γε τούτους ἀκριβώσητε περιηρμοσμέναι, καὶ θαἰμάτια τἀνδρεῖά γʼ ἅπερ ἐκλέψατε ἐπαναβάλεσθε, κᾆτα ταῖς βακτηρίαις