τὰ Θεσμοφόριʼ ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ· πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ· τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ· μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ· αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ· οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ· βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ. ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα, ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν; χρήματα πορίζειν εὐπορώτατον γυνή, ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ· αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι. τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι, εὐδαιμονοῦντες τὸν βίον διάξετε. Γυνὴ Α εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς. πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς; Πραξάγορα ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί· ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων. Γυνὴ Α οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή· καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ. ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς, πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ; Πραξάγορα φήσω παραφρονεῖν αὐτόν. Γυνὴ Α ἀλλὰ τοῦτό γε