οὐκ οἶδα· δεινὸν δʼ ἐστὶν ἡ μὴ ʼμπειρία. Πραξάγορα οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε, ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν. οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη ἄλλαι θʼ ὅσαι λαλεῖν μεμελετήκασί που. Γυνὴ Α τίς δʼ ὦ μέλʼ ἡμῶν οὐ λαλεῖν ἐπίσταται; Πραξάγορα ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ· ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι καὐτὴ μεθʼ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν. Γυνὴ Α δεῦρʼ ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται. Πραξάγορα πῶς καταγέλαστον; Γυνὴ Α ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις. Πραξάγορα ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν. πάριτʼ ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν. κάθιζε παριών. τίς ἀγορεύειν βούλεται; Γυνὴ Α ἐγώ. Πραξάγορα περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ. Γυνὴ Α ἰδού. Πραξάγορα λέγοις ἄν. Γυνὴ Α εἶτα πρὶν πιεῖν λέγω; Πραξάγορα ἰδοὺ πιεῖν. Γυνὴ Α τί γὰρ ὦ μέλʼ ἐστεφανωσάμην; Πραξάγορα ἄπιθʼ ἐκποδών· τοιαῦτʼ ἂν ἡμᾶς ἠργάσω κἀκεῖ. Γυνὴ Α τί δʼ; οὐ πίνουσι κἀν τἠκκλησίᾳ; Πραξάγορα ἰδού γε σοὶ πίνουσι. Γυνὴ Α νὴ τὴν Ἄρτεμιν καὶ ταῦτα γʼ εὔζωρον. τὰ γοῦν βουλεύματα