τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα. Ἡρακλῆς σφώ; Διόνυσος νὴ τὸν Ἀπόλλω. Ξανθίας κᾆτʼ ἔγωγʼ ἐξηγρόμην. Διόνυσος καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα. Ἡρακλῆς πόθος; πόσος τις; Διόνυσος μικρὸς ἡλίκος Μόλων. Ἡρακλῆς γυναικός; Διόνυσος οὐ δῆτʼ. Ἡρακλῆς ἀλλὰ παιδός; Διόνυσος οὐδαμῶς. Ἡρακλῆς ἀλλʼ ἀνδρός; Διόνυσος ἀπαπαί. Ἡρακλῆς ξυνεγένου τῷ Κλεισθένει; Διόνυσος μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς· τοιοῦτος ἵμερός με διαλυμαίνεται. Ἡρακλῆς ποῖός τις ὦδελφίδιον; Διόνυσος οὐκ ἔχω φράσαι. ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ. ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους; Ἡρακλῆς ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ. Διόνυσος ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω; Ἡρακλῆς μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω. Διόνυσος τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου. Ἡρακλῆς καὶ ταῦτα τοῦ τεθνηκότος; Διόνυσος κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπʼ ἐκεῖνον. Ἡρακλῆς πότερον εἰς Ἅιδου κάτω;