ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου· τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ. Χορός χώρει νυν πᾶς ἀνδρείως ἐς τοὺς εὐανθεῖς κόλπους λειμώνων ἐγκρούων κἀπισκώπτων καὶ παίζων καὶ χλευάζων, ἠρίστηται δʼ ἐξαρκούντως. Χορός ἀλλʼ ἔμβα χὤπως ἀρεῖς τὴν Σώτειραν γενναίως τῇ φωνῇ μολπάζων, ἣ τὴν χώραν σῴζειν φήσʼ ἐς τὰς ὥρας, κἂν Θωρυκίων μὴ βούληται. Χορός ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε. Χορός Δήμητερ ἁγνῶν ὀργίων ἄνασσα συμπαραστάτει, καὶ σῷζε τὸν σαυτῆς χορόν, καί μʼ ἀσφαλῶς πανήμερον παῖσαί τε καὶ χορεῦσαι· Χορός καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ- πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ τῆς σῆς ἑορτῆς ἀξίως παίσαντα καὶ σκώψαντα νι- κήσαντα ταινιοῦσθαι. Χορός ἄγʼ εἶα