ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε. Διόνυσος πρόσθε νυν ἴθι. Ξανθίας καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. Διόνυσος ποῖόν τι; Ξανθίας δεινόν· παντοδαπὸν γοῦν γίγνεται τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ ὡραιοτάτη τις. Διόνυσος ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω. Ξανθίας ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων. Διόνυσος Ἔμπουσα τοίνυν ἐστί. Ξανθίας πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον. Διόνυσος καὶ σκέλος χαλκοῦν ἔχει; Ξανθίας νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, σάφʼ ἴσθι. Διόνυσος ποῖ δῆτʼ ἂν τραποίμην; Ξανθίας ποῖ δʼ ἐγώ; Διόνυσος ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης. Ξανθίας ἀπολούμεθʼ ὦναξ Ἡράκλεις. Διόνυσος οὐ μὴ καλεῖς μʼ ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα. Ξανθίας Διόνυσε τοίνυν. Διόνυσος τοῦτό γʼ ἧττον θατέρου. ἴθʼ ᾗπερ ἔρχει. Ξανθίας δεῦρο δεῦρʼ ὦ δέσποτα. Διόνυσος τί δʼ ἔστι; Ξανθίας θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. ἥμπουσα φρούδη. Διόνυσος κατόμοσον.