τίνων; Χάρων βατράχων κύκνων θαυμαστά. Διόνυσος κατακέλευε δή. Χάρων ὦ ὀπὸπ ὦ ὀπόπ. Βάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν, κοὰξ κοάξ, ἣν ἀμφὶ Νυσήιον Διὸς Διόνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχʼ ὁ κραιπαλόκωμος τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος. βρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσος ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον ὦ κοὰξ κοάξ· ὑμῖν δʼ ἴσως οὐδὲν μέλει. Βάτραχοι βρεκεκεκὲξ κοὰξ κοάξ. Διόνυσος ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ· οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ. Βάτραχοι εἰκότως γʼ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων· προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων, ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν λίμναις τρέφω. βρεκεκεκὲξ κοάξ κοάξ. Διόνυσος ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,