μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται. Διόνυσος ἐὰν δὲ μὴ εὕρω; Ξανθίας τότε μʼ ἄγειν. Διόνυσος καλῶς λέγεις. καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν, οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα· ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν; Νέκρος πόσʼ ἄττα; Διόνυσος ταυτί. Νέκρος δύο δραχμὰς μισθὸν τελεῖς; Διόνυσος μὰ Δίʼ ἀλλʼ ἔλαττον. Νέκρος ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ. Διόνυσος ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι. Νέκρος εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου. Διόνυσος λάβʼ ἐννέʼ ὀβολούς. Νέκρος ἀναβιοίην νυν πάλιν. Ξανθίας ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται; ἐγὼ βαδιοῦμαι. Διόνυσος χρηστὸς εἶ καὶ γεννάδας. χωρῶμεν ἐπὶ τὸ πλοῖον. Χάρων ὠὸπ παραβαλοῦ. Ξανθίας τουτὶ τί ἔστι; Διόνυσος τοῦτο; λίμνη νὴ Δία αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ. Ξανθίας νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί. Διόνυσος χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων. Χάρων τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας, ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον; Διόνυσος ἐγώ.