ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ κισσοφόρε Βάκχειε δέσποτʼ· ἐγὼ δὲ κώμοις σὲ φιλοχόροισι μέλψω. Χορός εὔιον ὦ Διόνυσε Βρόμιε καὶ Σεμέλας παῖ, χοροῖς τερπόμενος κατʼ ὄρεα νυμφᾶν †ἐρατοῖσ† ἐν ὕμνοις, Numbered 993b in print; renumbered 993a according to Perseus conventions. εὔιον εὔιον εὐοῖ ἀναχορεύων. Χορός ἀμφὶ δὲ σοὶ κτυπεῖται Κιθαιρώνιος ἠχώ, μελάμφυλλά τʼ ὄρη δάσκια καὶ νάπαι πετρώδεις βρέμονται· κύκλῳ δὲ περὶ σὲ κισσὸς εὐπέταλος ἕλικι θάλλει. Τοξότης ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν. Μνησίλοχος ὦ τοξόθʼ ἱκετεύω σε. Τοξότης μή μʼ ἰκετεῦσι σύ. Μνησίλοχος χάλασον τὸν ἧλον. Τοξότης ἀλλὰ ταῦτα δρᾶσʼ ἐγώ.