μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ. Χορός εἰ δέ τις προσδοκᾷ κακῶς ἐρεῖν ἐν ἱερῷ γυναῖκά μʼ οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ. Χορός ἀλλὰ χρῆν ὥσπερ ἔργον αὖ τι καινὸν πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν. Χορός πρόβαινε ποσὶ τὸν εὐλύραν μέλπουσα καὶ τὴν τοξοφόρον Ἄρτεμιν ἄνασσαν ἁγνήν. χαῖρʼ ὦ ἑκάεργε, ὄπαζε δὲ νίκην· Ἥραν δὲ τὴν τελείαν μέλψωμεν ὥσπερ εἰκός, ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζει τε καὶ κλῇδας γάμου φυλάττει. Χορός Ἑρμῆν τε νόμιον ἄντομαι καὶ Πᾶνα καὶ Νύμφας φίλας ἐπιγελάσαι προθύμως ταῖς ἡμετέραισι χαρέντα χορείαις. ἔξαιρε δὴ προθύμως διπλῆν χάριν χορείας. παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος, νηστεύωμεν δὲ πάντως. Χορός ἀλλʼ εἶα πάλλʼ ἀνάστρεφʼ εὐρύθμῳ ποδί, τόρευε πᾶσαν ᾠδήν· ἡγοῦ δέ γʼ ὧδʼ αὐτὸς σὺ κισσοφόρε Βάκχειε δέσποτʼ· ἐγὼ δὲ κώμοις