τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς. Εὐριπίδης σίγα. Μνησίλοχος τί δʼ ἔστιν; Εὐριπίδης Ἁγάθων ἐξέρχεται. Μνησίλοχος καὶ ποῖός ἐστιν; Εὐριπίδης οὗτος οὑκκυκλούμενος. Μνησίλοχος ἀλλʼ ἢ τυφλὸς μέν εἰμʼ· ἐγὼ γὰρ οὐχ ὁρῶ ἄνδρʼ οὐδένʼ ἐνθάδʼ ὄντα, Κυρήνην δʼ ὁρῶ. Εὐριπίδης σίγα· μελῳδεῖν γὰρ παρασκευάζεται. Μνησίλοχος μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται; Ἀγάθων ἱερὰν χθονίαις δεξάμεναι λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ πατρίδι χορεύσασθε βοάν. Χορὸς Ἀγάθωνος τίνι δαιμόνων ὁ κῶμος; λέγε νυν. εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. Ἀγάθων ἄγε νυν ὄλβιζε Μοῦσα χρυσέων ῥύτορα τόξων Φοῖβον, ὃς ἱδρύσατο χώρας γύαλα Σιμουντίδι γᾷ. Χορὸς Ἀγάθωνος χαῖρε καλλίστας ἀοιδᾶς Φοῖβʼ ἐν εὐμούσοισι τιμαῖς γέρας ἱερὸν προφέρων. Ἀγάθων τάν τʼ ἐν ὄρεσι δρυογόνοισι κόραν ἀείσατʼ Ἄρτεμιν ἀγροτέραν. Χορὸς Ἀγάθωνος ἕπομαι κλῄζουσα σεμνὸν γόνον ὀλβίζουσα Λατοῦς Ἄρτεμιν ἀπειρολεχῆ. Ἀγάθων Λατώ τε κρούματά τʼ Ἀσιάδος