παῖʼ ἢν προσίῃ τις. Γυνὴ Γ νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος. Μνησίλοχος ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ, χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ. Πρύτανις τί σοι χαρίσωμαι; Μνησίλοχος γυμνὸν ἀποδύσαντά με κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν. Πρύτανις ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν, ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν. Μνησίλοχος ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι· κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας. Χορός ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν, ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ Χορός Παύσων σέβεται καὶ νηστεύει, πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν ἐς τὰς ὥρας ξυνεπευχόμενος τοιαῦτα μέλειν θάμʼ ἑαυτῷ. ὅρμα χώρει· κοῦφα ποσὶν ἄγʼ ἐς κύκλον, χειρὶ σύναπτε χεῖρα, ῥυθμὸν χορείας ὕπαγε πᾶσα· βαῖνε καρπαλίμοιν ποδοῖν. ἐπισκοπεῖν δὲ πανταχῇ κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν. Χορός ἅμα δὲ καὶ γένος Ὀλυμπίων θεῶν