αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν. Πρύτανις ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης; οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων παῖʼ ἢν προσίῃ τις. Γυνὴ Γ νὴ Δίʼ ὡς νῦν δή γʼ ἀνὴρ ὀλίγου μʼ ἀφείλετʼ αὐτὸν ἱστιορράφος. Μνησίλοχος ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ, χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ. Πρύτανις τί σοι χαρίσωμαι; Μνησίλοχος γυμνὸν ἀποδύσαντά με κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην, ἵνα μὴ ʼν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν. Πρύτανις ἔχοντα ταῦτʼ ἔδοξε τῇ βουλῇ σε δεῖν, ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν. Μνησίλοχος ἰαππαπαιάξ· ὦ κροκώθʼ οἷʼ εἴργασαι· κοὐκ ἔστʼ ἔτʼ ἐλπὶς οὐδεμία σωτηρίας.