ὦ θεοὶ τίνʼ ὄψιν εἰσορῶ; τίς εἶ γύναι; Μνησίλοχος σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. Εὐριπίδης Ἑλληνὶς εἶ τις ἢ ʼπιχωρία γυνή; Μνησίλοχος Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. Εὐριπίδης Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον γύναι. Μνησίλοχος ἐγὼ δὲ Μενελάῳ σʼ ὅσα γʼ ἐκ τῶν ἰφύων. Εὐριπίδης ἔγνως ἄρʼ ὀρθῶς ἄνδρα δυστυχέστατον. Μνησίλοχος ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας. φέρε σὲ κύσω. ἄπαγέ μʼ ἄπαγʼ ἄπαγέ με λαβὼν ταχὺ πάνυ. Γυνὴ Γ κλαύσετʼ ἄρα νὴ τὼ θεὼ ὅστις σʼ ἀπάξει τυπτόμενος τῇ λαμπάδι. Εὐριπίδης σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ, τὴν Τυνδάρειον παῖδʼ, ἐπὶ Σπάρτην ἄγειν; Γυνὴ Γ οἴμʼ ὡς πανοῦργος καὐτὸς εἶναί μοι δοκεῖς καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι ᾐγυπτιάζετʼ. ἀλλʼ ὅδε μὲν δώσει δίκην. προσέρχεται γὰρ ὁ πρύτανις χὠ τοξότης. Εὐριπίδης τουτὶ πονηρόν· ἀλλʼ ὑπαποκινητέον. Μνησίλοχος ἐγὼ δʼ ὁ κακοδαίμων τί δρῶ; Εὐριπίδης μένʼ ἥσυχος. οὐ γὰρ προδώσω σʼ οὐδέποτʼ, ἤνπερ ἐμπνέω, ἢν μὴ προλίπωσʼ αἱ μυρίαι με μηχαναί. Μνησίλοχος αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν. Πρύτανις ὅδʼ ἔσθʼ ὁ πανοῦργος ὃν ἔλεγʼ ἡμῖν Κλεισθένης; οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων ὦ τοξότʼ ἐν τῇ σανίδι, κἄπειτʼ ἐνθαδὶ στήσας φύλαττε καὶ προσιέναι μηδένα ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγʼ ἔχων