τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος, ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις; Μνησίλοχος Πρωτέως τάδʼ ἐστὶ μέλαθρα. Εὐριπίδης ποίου Πρωτέως; Γυνὴ Γ ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ, ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα. Εὐριπίδης ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει; Μνησίλοχος Αἴγυπτον. Εὐριπίδης ὦ δύστηνος οἷ πεπλώκαμεν. Γυνὴ Γ πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί. Εὐριπίδης αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστʼ ἢ ʼξώπιος; Γυνὴ Γ οὐκ ἔσθʼ ὅπως οὐ ναυτιᾷς ἔτʼ ὦ ξένε, ὅστις γʼ ἀκούσας ὅτι τέθνηκε Πρωτέας ἔπειτʼ ἐρωτᾷς ἔνδον ἔστʼ ἢ ʼξώπιος; Εὐριπίδης αἰαῖ τέθνηκε. ποῦ δʼ ἐτυμβεύθη τάφῳ; Μνησίλοχος τόδʼ ἐστὶν αὐτοῦ σῆμʼ, ἐφʼ ᾧ καθήμεθα. Γυνὴ Γ κακῶς τʼ ἄρʼ ἐξόλοιο κἀξολεῖ γέ τοι, ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν. Εὐριπίδης τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας