ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ. Μνησίλοχος Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον λευκῆς νοτίζει μελανοσυρμαῖον λεών. Γυνὴ Γ πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον. Μνησίλοχος ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος Σπάρτη, πατὴρ δὲ Τυνδάρεως. Γυνὴ Γ σοί γʼ ὦλεθρε πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν. Μνησίλοχος Ἑλένη δʼ ἐκλήθην. Γυνὴ Γ αὖθις αὖ γίγνει γυνή, πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην; Μνησίλοχος ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίαις ῥοαῖσιν ἔθανον. Γυνὴ Γ ὤφελες δὲ καὶ σύ γε. Μνησίλοχος κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ· ὁ δʼ ἄθλιος πόσις οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται. τί οὖν ἔτι ζῶ; Γυνὴ Γ τῶν κοράκων πονηρίᾳ. Μνησίλοχος ἀλλʼ ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν. μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.