τοῖσιν πρυτάνεσιν ἃ πεποίηχʼ οὗτος φράσω. Μνησίλοχος ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας; τίς πεῖρα, τίς ἐπίνοιʼ; ὁ μὲν γὰρ αἴτιος κἄμʼ ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα οὐ φαίνεταί πω. φέρε τίνʼ οὖν ἂν ἄγγελον πέμψαιμʼ ἐπʼ αὐτόν; οἶδʼ ἐγὼ καὶ δὴ πόρον ἐκ τοῦ Παλαμήδους· ὡς ἐκεῖνος, τὰς πλάτας ῥίψω γράφων. ἀλλʼ οὐ πάρεισιν αἱ πλάται. πόθεν οὖν γένοιντʼ ἄν μοι πλάται πόθεν; πόθεν; τί δʼ ἂν εἰ ταδὶ τἀγάλματʼ ἀντὶ τῶν πλατῶν γράφων διαρρίπτοιμι; βέλτιον πολύ. ξύλον γέ τοι καὶ ταῦτα κἀκεῖνʼ ἦν ξύλον. Μνησίλοχος ὦ χεῖρες ἐμαὶ ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ. ἄγε δὴ πινάκων ξεστῶν δέλτοι, δέξασθε σμίλης ὁλκοὺς κήρυκας ἐμῶν μόχθων· οἴμοι τουτὶ τὸ ῥῶ μοχθηρόν· χώρει χώρει. ποίαν αὔλακα; βάσκετʼ ἐπείγετε πάσας καθʼ ὁδοὺς κείνᾳ ταύτᾳ· ταχέως χρή. Χορός ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι, καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλʼ ἀγορεύει, ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κἀξ ἡμῶν ἐστιν ἅπαντα, ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν, εἰ κακόν ἐσμεν, τί γαμεῖθʼ ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν, κἀπαγορεύετε μήτʼ ἐξελθεῖν μήτʼ ἐκκύψασαν ἁλῶναι, ἀλλʼ οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν; κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κᾆθʼ εὕρητʼ αὐτὸ θύρασιν, μανίας μαίνεσθʼ, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς