ἤνεγκας σύ; Γυνὴ Α νὴ τὴν Ἄρτεμιν. Μνησίλοχος πρικότυλον ἢ πῶς; εἰπέ μοι. Γυνὴ Α τί μʼ ἠργάσω; ἀπέδυσας ὦναίσχυντέ μου τὸ παιδίον τυννοῦτον ὄν. Μνησίλοχος τυννοῦτο; Γυνὴ Α μικρὸν νὴ Δία. Μνησίλοχος πόσʼ ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας; Γυνὴ Α σχεδὸν τοσοῦτον χὤσον ἐκ Διονυσίων. ἀλλʼ ἀπόδος αὐτό. Μνησίλοχος μὰ τὸν Ἀπόλλω τουτονί. Γυνὴ Α ἐμπρήσομεν τοίνυν σε. Μνησίλοχος πάνυ γʼ ἐμπίμπρατε· αὕτη δʼ ἀποσφαγήσεται μάλʼ αὐτίκα. Γυνὴ Α μὴ δῆθʼ, ἱκετεύω σʼ· ἀλλʼ ἔμʼ ὅ τι χρῄζεις ποίει ὑπέρ γε τούτου. Μνησίλοχος φιλότεκνός τις εἶ φύσει. ἀλλʼ οὐδὲν ἧττον ἥδʼ ἀποσφαγήσεται Γυνὴ Α οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία, ἵνʼ οὖν τό γʼ αἷμα τοῦ τέκνου τοὐμοῦ λάβω. Μνησίλοχος ὕπεχʼ αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι. Γυνὴ Α κακῶς ἀπόλοιʼ, ὡς φθονερὸς εἶ καὶ δυσμενής. Μνησίλοχος τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται. Γυνὴ Α τί τῆς ἱερείας γίγνεται; Μνησίλοχος τουτί. λαβέ. Γυνὴ Γ ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε; τίς τὴν ἀγαπητὴν παῖδά σοὐξῃρήσατο; Γυνὴ Α ὁ πανοῦργος οὗτος. ἀλλʼ ἐπειδήπερ πάρει, φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη