οἷον δράσας διέδυς ἔργον, λήψει δὲ κακόν. Μνησίλοχος τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι. Χορός τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις; Μνησίλοχος μάτην λαλεῖτε· τὴν δʼ ἐγὼ οὐκ ἀφήσω. Χορός ἀλλʼ οὐ μὰ τὼ θεὼ τάχʼ οὐ χαίρων ἴσως ἐνυβριεῖς λόγους λέξεις τʼ ἀνοσίους ἐπʼ ἀθέοις ἔργοις· καὶ γὰρ ἀνταμειψόμεσθά σʼ ὥσπερ εἰκὸς ἀντὶ τῶνδε. τάχα δὲ μεταβαλοῦσʼ ἐπὶ κακὸν ἑτερότροπον ἐπέχει τύχη. ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σʼ ἐκφέρειν τε τῶν ξύλων, καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖν θʼ ὅσον τάχος. Γυνὴ Α ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία. κἀγώ σʼ ἀποδείξω θυμάλωπα τήμερον. Μνησίλοχος ὕφαπτε καὶ κάταιθε· σὺ δὲ τὸ Κρητικὸν ἀπόδυθι ταχέως· τοῦ θανάτου δʼ ὦ παιδίον μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα. τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθʼ ἡ κόρη οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων. ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν, ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δʼ αὖ κακόν, κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ. Γυνὴ Α παράβαλλε πολλὰς κληματίδας ὦ Μανία. Μνησίλοχος παράβαλλε δῆτα· σὺ δʼ ἀπόκριναί μοι τοδί, τουτὶ τεκεῖν φῄς; Γυνὴ Α καὶ δέκα μῆνας αὔτʼ ἐγὼ ἤνεγκον.