ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον. Εὐριπίδης τί οὖν ἐγὼ δρῶ; Θεράπων περίμενʼ, ὡς ἐξερχεται. Εὐριπίδης ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον; Μνησίλοχος νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς; οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν. Εὐριπίδης ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον. Μνησίλοχος ποῖόν τι; Εὐριπίδης τῇδε θἠμέρᾳ κριθήσεται εἴτʼ ἔστʼ ἔτι ζῶν εἴτʼ ἀπόλωλʼ Εὐριπίδης. Μνησίλοχος καὶ πῶς; ἐπεὶ νῦν γʼ οὔτε τὰ δικαστήρια μέλλει δικάζειν οὔτε βουλῆς ἐσθʼ ἕδρα, ἐπεὶ τρίτη ʼστὶ Θεσμοφορίων ἡ μέση. Εὐριπίδης τοῦτʼ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ. αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον ἐκκλησιάζειν ἐπʼ ὀλέθρῳ. Μνησίλοχος τιὴ τί δή; Εὐριπίδης ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω. Μνησίλοχος νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γʼ ἂν πάθοις. ἀτὰρ τίνʼ ἐκ τούτων σὺ μηχανὴν ἔχεις; Εὐριπίδης Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον ἐς Θεσμοφόροιν ἐλθεῖν. Μνησίλοχος τί δράσοντʼ; εἰπέ μοι. Εὐριπίδης ἐκκλησιάσοντʼ ἐν ταῖς γυναιξὶ κἂν δέῃ λέξονθʼ ὑπὲρ ἐμοῦ. Μνησίλοχος πότερα φανερῶς ἢ λάθρᾳ; Εὐριπίδης λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον. Μνησίλοχος τὸ πρᾶγμα κομψὸν καὶ σφόδρʼ ἐκ τοῦ σοῦ τρόπου·