†εἴ τι δρῴη† πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν, ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν θεὸς ἀποτίνεται. ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς. οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον. Γυνὴ Α ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς; τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου. Μνησίλοχος κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς, ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας καθαιματώσει βωμόν. Γυνὴ Α ὦ τάλαινʼ ἐγώ. γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου τέκνου με περιόψεσθʼ ἀποστερουμένην; Χορός ἔα ἔα. ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι νεοχμὸν αὖ τέρας; ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας. οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε. Μνησίλοχος οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν. Χορός ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω; Γυνὴ Α δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον. Χορός τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε τοιαῦτα ποιῶν ὅδʼ ἀναισχυντεῖ; Μνησίλοχος κοὔπω μέντοι γε πέπαυμαι. Χορός ἀλλʼ οὖν ἥκεις γʼ ὅθεν οὐ φαύλως γʼ ἀποδρὰς λέξεις