τουτονὶ φυλάττετε καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται· ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ. Χορός ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι. Χορός εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι, ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ. Χορός εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ, εἴ τις ἐν τόποις ἑδραῖος ἄλλος αὖ λέληθεν ὤν. πανταχῇ δὲ ῥῖψον ὄμμα, καὶ τὰ τῇδε καὶ τὰ δεῦρο πάντʼ ἀνασκόπει καλῶς. Χορός ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων ἀθέων τε τρόπων· φήσει δʼ εἶναί τε θεοὺς φανερῶς, δείξει τʼ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας †δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει. κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται· αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, †μανίαισ† φλέγων λύσσῃ παράκοπος,