ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο. Μνησίλοχος φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. Γυνὴ Α τί δὲ μετὰ τοῦτο δεύτερον; Μνησίλοχος προὐπίνομεν. Γυνὴ Α ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον; Μνησίλοχος σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς. Γυνὴ Α οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες· ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις. Κλεισθένης τί οὖν ποιῶ; Γυνὴ Α ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει. Μνησίλοχος κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα; Κλεισθένης χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ. Γυνὴ Α ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά· καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει. Μνησίλοχος στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε. Γυνὴ Α νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα. Κλεισθένης ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω; Γυνὴ Α τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν. Κλεισθένης καὶ ποῦ ʼστιν; Γυνὴ Α αὖθις ἐς τὸ πρόσθεν οἴχεται. Κλεισθένης οὐκ ἐνγεταυθί. Γυνὴ Α μἀλλὰ δεῦρʼ ἥκει πάλιν. Κλεισθένης ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις πυκνότερον Κορινθίων. Γυνὴ Α ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου ἡμῖν ἐλοιδορεῖτο. Μνησίλοχος κακοδαίμων ἐγώ, εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα. Γυνὴ Α ἄγε δὴ τί δρῶμεν;