ἔχουσα; Γυνὴ Α τίτθη νὴ Δίʼ ἐμή. Μνησίλοχος διοίχομαι. Κλεισθένης αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν; Μνησίλοχος ἔασον οὐρῆσαί μʼ. Κλεισθένης ἀναίσχυντός τις εἶ. σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε. Χορός ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα· μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν. Κλεισθένης πολύν γε χρόνον οὐρεῖς σύ. Μνησίλοχος νὴ Δίʼ ὦ μέλε· στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα. Κλεισθένης τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ; Μνησίλοχος τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν; Κλεισθένης εἰπέ μοι, τίς ἔστʼ ἀνήρ σοι; Μνησίλοχος τὸν ἐμὸν ἄνδρα πυνθάνει; τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν; Κλεισθένης τὸν δεῖνα; ποῖον; Μνησίλοχος ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε τὸν δεῖνα τὸν τοῦ δεῖνα— Κλεισθένης ληρεῖν μοι δοκεῖς. ἀνῆλθες ἤδη δεῦρο πρότερον; Μνησίλοχος νὴ Δία ὁσέτη γε. Κλεισθένης καὶ τίς σοὐστὶ συσκηνήτρια; Μνησίλοχος ἡ δεῖνʼ ἔμοιγʼ. Κλεισθένης οἴμοι τάλας, οὐδὲν λέγεις. Γυνὴ Α ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι,