ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα. Χορός τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν, ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς. Κλεισθένης Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον. Χορός πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν; Κλεισθένης ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος. Χορός καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ; Κλεισθένης ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν. Μνησίλοχος πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο; οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ. Κλεισθένης ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων. Χορός τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται. ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν, ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε. Κλεισθένης φέρʼ ἴδω· τίς ἡ πρώτη σύ; Μνησίλοχος ποῖ τις τρέψεται; Κλεισθένης ζητητέαι γάρ ἐστε. Μνησίλοχος κακοδαίμων ἐγώ. Γυνὴ Α ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή. Κλεισθένης γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή; Χορός γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει. Κλεισθένης ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον