ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι ἔπειτα τὴν γαλῆν φαμεν— Γυνὴ Α τάλαινʼ ἐγώ· φλυαρεῖς. Μνησίλοχος οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν, οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν, οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ— Γυνὴ Α ἐξόλοιο. Μνησίλοχος ἁχαρνικὴ τὸν πατέρα. Γυνὴ Α ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν; Μνησίλοχος οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ. Γυνὴ Α οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί, ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας. Μνησίλοχος οὐ δὴ μὰ Δία σύ γʼ ἅψει. Γυνὴ Α καὶ μὴν ἰδού. Μνησίλοχος καὶ μὴν ἰδού. Γυνὴ Α λαβὲ θοἰμάτιον Φιλίστη. Μνησίλοχος πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν— Γυνὴ Α τί δράσεις; Μνησίλοχος τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω. Χορός παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει. Κλεισθένης φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου· ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις· γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί. καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον, ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ