ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον· ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος· τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον, ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον· εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ, ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν· χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν. εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν, τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν; Χορός τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτʼ ἄν. ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη· τὴν παροιμίαν δʼ ἐπαινῶ τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ παντί νου χρὴ