βομβάξ. Εὐριπίδης σίγα. Μνησίλοχος τι λέγει; Θεράπων πτηνῶν τε γένη κατακοιμάσθω, θηρῶν τʼ ἀγρίων πόδες ὑλοδρόμων μὴ λυέσθων. Μνησίλοχος βομβαλοβομβάξ. Θεράπων μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων πρόμος ἡμέτερος— Μνησίλοχος μῶν βινεῖσθαι; Θεράπων τίς ὁ φωνήσας; Μνησίλοχος νήνεμος αἰθήρ. Θεράπων δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν, τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ, καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγύλλει καὶ χοανεύει. Μνησίλοχος καὶ λαικάζει. Θεράπων τίς ἀγροιώτας πελάθει θριγκοῖς; Μνησίλοχος ὃς ἕτοιμος σοῦ τοῦ τε ποιητοῦ τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ συγγογγύλας καὶ συστρέψας τουτὶ τὸ πέος χοανεῦσαι. Θεράπων ἦ που νέος γʼ ὢν ἦσθʼ ὑβριστὴς ὦ γέρον. Εὐριπίδης ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ Ἀγάθωνά μοι δεῦρʼ ἐκκάλεσον πάσῃ τέχνῃ. Θεράπων μηδὲν ἱκέτευʼ· αὐτὸς γὰρ ἔξεισιν τάχα. καὶ γὰρ μελοποιεῖν ἄρχεται· χειμῶνος οὖν ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,