ὅρκους τοὺς νενομισμένους κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἢ ψηφίσματα καὶ νόμον ζητοῦσʼ ἀντιμεθιστάναι, τἀπόρρητά τε τοῖσιν ἐχθροῖς τοῖς ἡμετέροις λέγουσʼ, ἢ Μήδους ἐπάγουσι γῇ κερδῶν οὕνεκʼ ἐπὶ βλάβῃ, ἀσεβοῦσιν ἀδικοῦσίν τε τὴν πόλιν. ἀλλʼ ὦ παγκρατὲς Ζεῦ ταῦτα κυρώσειας, ὥσθʼ ἡμῖν θεοὺς παραστατεῖν καίπερ γυναιξὶν οὔσαις. Κηρύκαινα ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει, Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη· ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή, καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται; Γυνὴ Α ἐγώ. Κηρύκαινα περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν. Χορός σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν. Γυνὴ Α φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας