ἵνʼ ἐξακούω; σὺ δʼ ἄπιθʼ ὦ Θρᾷττʼ ἐκποδών. δούλοις γὰρ οὐκ ἔξεστʼ ἀκούειν τῶν λόγων. Κηρύκαινα εὐφημία ʼστω, εὐφημία ʼστω. εὔχεσθε τοῖν Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων τυχηρῶς δʼ ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν τήν τʼ ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην νικᾶν. ταῦτʼ εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τἀγαθά. ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν. Χορός δεχόμεθα καὶ θεῶν γένος λιτόμεθα ταῖσδʼ ἐπʼ εὐχαῖς φανέντας ἐπιχαρῆναι. Ζεῦ μεγαλώνυμε χρυσολύρα τε Δῆλον ὃς ἔχεις ἱεράν, καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι χρυσόλογχε πόλιν οἰκοῦσα περιμάχητον, ἐλθὲ δεῦρο. καὶ πολυώνυμε θηροφόνη παῖ Λατοῦς χρυσώπιδος ἔρνος, σύ τε πόντιε σεμνὲ Πόσειδον ἁλιμέδον προλιπὼν μυχὸν ἰχθυόεντʼ οἰστροδόνητον, Νηρέος ἐναλίου τε κόραι Νύμφαι τʼ ὀρείπλαγκτοι. χρυσέα τε φόρμιγξ ἰαχήσειεν ἐπʼ εὐχαῖς