γυναικιεῖς εὖ καὶ πιθανῶς. Μνησίλοχος πειράσομαι. Εὐριπίδης βάδιζε τοίνυν. Μνησίλοχος μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ ὀμόσῃς ἐμοί— Εὐριπίδης τί χρῆμα; Μνησίλοχος συσσώσειν ἐμὲ πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν. Εὐριπίδης ὄμνυμι τοίνυν αἰθέρʼ οἴκησιν Διός. Μνησίλοχος τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν; Εὐριπίδης ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς. Μνησίλοχος μέμνησο τοίνυν ταῦθʼ, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δʼ οὐκ ὀμώμοκʼ· οὐδʼ ὥρκωσʼ ἐγώ. Εὐριπίδης ἔκσπευδε ταχέως· ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται. ἐγὼ δʼ ἄπειμι. Μνησίλοχος δεῦρό νυν ὦ Θρᾷτθʼ ἕπου. ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμʼ ἀνέρχεθʼ ὑπὸ τῆς λιγνύος. ἀλλʼ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε. ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτʼ ἔξελε τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν. καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δʼ ἠλιθίου κἀβελτέρου, καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμʼ ἐν καλῷ, τῶν ῥητόρων