φῦ ἰοὺ τῆς ἀσβόλου. αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν. Εὐριπίδης μὴ φροντίσῃς· ἕτερος γὰρ αὐτὰ σφογγιεῖ. Μνησίλοχος οἰμώξετἄρʼ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ. Εὐριπίδης Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς, ἀλλʼ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ καὶ στρόφιον· οὐ γὰρ ταῦτά γʼ ὡς οὐκ ἔστʼ ἐρεῖς. Ἀγάθων λαμβάνετε καὶ χρῆσθʼ· οὐ φθονῶ. Μνησίλοχος τί οὖν λάβω; Ἀγάθων ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών. Μνησίλοχος νὴ τὴν Ἀφροδίτην ἡδύ γʼ ὄζει ποσθίου. σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον. Εὐριπίδης ἰδού. Μνησίλοχος ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει. Εὐριπίδης κεκρυφάλου δεῖ καὶ μίτρας. Ἀγάθων ἡδὶ μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. Εὐριπίδης νὴ τὸν Δίʼ ἀλλὰ κἀπιτηδεία πάνυ. Μνησίλοχος ἆρʼ ἁρμόσει μοι; Εὐριπίδης νὴ Δίʼ ἀλλʼ ἄριστʼ ἔχει. φέρʼ ἔγκυκλον· Ἀγάθων τουτὶ λάβʼ ἀπὸ τῆς κλινίδος. Εὐριπίδης ὑποδημάτων δεῖ. Ἀγάθων τἀμὰ ταυτὶ λάμβανε. Μνησίλοχος ἆρʼ ἁρμόσει μοι; Εὐριπίδης χαλαρὰ γοῦν χαίρεις φορῶν. Ἀγάθων σὺ τοῦτο γίγνωσκʼ· ἀλλʼ ἔχεις γὰρ ὧν δέει, εἴσω τις ὡς τάχιστά μʼ ἐσκυκλησάτω. Εὐριπίδης ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ τό γʼ εἶδος· ἢν λαλῇς δʼ, ὅπως τῷ φθέγματι