ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει; Εὐριπίδης βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν. Μνησίλοχος ἰδού. Εὐριπίδης ὁρᾷς τὸ θύριον τοῦτο; Μνησίλοχος νὴ τὸν Ἡρακλέα οἶμαί γε. Εὐριπίδης σίγα νυν. Μνησίλοχος σιωπῶ τὸ θύριον; Εὐριπίδης ἄκουʼ. Μνησίλοχος ἀκούω καὶ σιωπῶ τὸ θύριον; Εὐριπίδης ἐνταῦθʼ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει ὁ τραγῳδοποιός. Μνησίλοχος ποῖος οὗτος Ἁγάθων; Εὐριπίδης ἔστιν τις Ἀγάθων— Μνησίλοχος μῶν ὁ μέλας ὁ καρτερός; Εὐριπίδης οὔκ, ἀλλʼ ἕτερός τις· οὐχ ἑόρακας πώποτε; Μνησίλοχος μῶν ὁ δασυπώγων; Εὐριπίδης οὐχ ἑόρακας πώποτε; Μνησίλοχος μὰ τὸν Δίʼ οὔτοι γʼ ὥστε καί μέ γʼ εἰδέναι. Εὐριπίδης καὶ μὴν βεβίνηκας σύ γʼ, ἀλλʼ οὐκ οἶσθʼ ἴσως. ἀλλʼ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας· προθυσόμενος ἔοικε τῆς ποιήσεως. Θεράπων εὔφημος πᾶς ἔστω λαός, στόμα συγκλῄσας· ἐπιδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων τῶν δεσποσύνων μελοποιῶν. ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ, κῦμα δὲ πόντου μὴ κελαδείτω γλαυκόν·