οὗτος σὺ ποῖ θεῖς; Μνησίλοχος ἐς τὸ τῶν σεμνῶν θεῶν· οὐ γὰρ μὰ τὴν Δήμητρά γʼ ἐνταυθοῖ μενῶ τεμνόμενος. Εὐριπίδης οὔκουν καταγέλαστος δῆτʼ ἔσει τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων; Μνησίλοχος ὀλίγον μέλει μοι. Εὐριπίδης μηδαμῶς πρὸς τῶν θεῶν προδῷς με· χώρει δεῦρο. Μνησίλοχος κακοδαίμων ἐγώ. Εὐριπίδης ἔχʼ ἀτρέμα σαυτὸν κἀνάκυπτε· ποῖ στρέφει; Μνησίλοχος μυμῦ. Εὐριπίδης τί μύξεις; πάντα πεποίηται καλῶς. Μνησίλοχος οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι. Εὐριπίδης μὴ φροντίσῃ· ὡς εὐπρεπὴς φανεῖ πάνυ. βούλει θεᾶσθαι σαυτόν; Μνησίλοχος εἰ δοκεῖ, φέρε. Εὐριπίδης ὁρᾷς σεαυτόν; Μνησίλοχος οὐ μὰ Δίʼ ἀλλὰ Κλεισθένη. Εὐριπίδης ἀνίστασʼ, ἵνʼ ἀφεύσω σε, κἀγκύψας ἔχε. Μνησίλοχος οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι. Εὐριπίδης ἐνεγκάτω τις ἔνδοθεν δᾷδʼ ἢ λύχνον. ἐπίκυπτε· τὴν κέρκον φυλάττου νυν ἄκραν. Μνησίλοχος ἐμοὶ μελήσει νὴ Δία, πλήν γʼ ὅτι κάομαι. οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες. πρὶν ἀντιλαβέσθαι †πρωκτὸν τῆς φλογός.† Εὐριπίδης θάρρει. Μνησίλοχος τί θαρρῶ καταπεπυρπολημένος; Εὐριπίδης ἀλλʼ οὐκ ἔτʼ οἰδὲν πρᾶγμά σοι· τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας.