ὅπως; δοκῶν γυναικῶν ἔργα νυκτερείσια κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν. Μνησίλοχος ἰδού γε κλέπτειν· νὴ Δία βινεῖσθαι μὲν οὖν. ἀτὰρ ἡ πρόφασίς γε νὴ Δίʼ εἰκότως ἔχει. Εὐριπίδης τί οὖν; ποιήσεις ταῦτα; Ἀγάθων μὴ δόκει γε σύ. Εὐριπίδης ὦ τρισκακοδαίμων ὡς ἀπόλωλʼ Εὐριπίδης. Μνησίλοχος ὦ φίλτατʼ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς. Εὐριπίδης πῶς οὖν ποιήσω δῆτα; Μνησίλοχος τοῦτον μὲν μακρὰ κλάειν κέλευʼ, ἐμοὶ δʼ ὅ τι βούλει χρῶ λαβών. Εὐριπίδης ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί, ἀπόδυθι τουτὶ θοἰμάτιον. Μνησίλοχος καὶ δὴ χαμαί. ἀτὰρ τί μέλλεις δρᾶν μʼ; Εὐριπίδης ἀποξυρεῖν ταδί, τὰ κάτω δʼ ἀφεύειν. Μνησίλοχος ἀλλὰ πρᾶττʼ, εἴ σοι δοκεῖ. ἢ μὴʼ πιδοῦνʼ ἐμαυτὸν ὤφελόν ποτε. Εὐριπίδης Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε, χρῆσόν τί νυν ἡμῖν ξυρόν. Ἀγάθων αὐτὸς λάμβανε ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. Εὐριπίδης γενναῖος εἶ. κάθιξε· φύσα τὴν γνάθον τὴν δεξιάν. Μνησίλοχος ὤμοι. Εὐριπίδης τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον, ἢν μὴ σιωπᾷς. Μνησίλοχος ἀτταταῖ ἰατταταῖ.