ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ. Ἀγάθων τοῦ χρείαν ἔχων; Εὐριπίδης μέλλουσί μʼ αἱ γυναῖκες ἀπολεῖν τήμερον τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω. Ἀγάθων τίς οὖν παρʼ ἡμῶν ἐστιν ὠφέλειά σοι; Εὐριπίδης ἡ πᾶσʼ· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ. μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ. Ἀγάθων ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών; Εὐριπίδης ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι· ἔπειτα πολιός εἰμι καὶ πώγωνʼ ἔχω, σὺ δʼ εὐπρόσωπος λευκὸς ἐξυρημένος γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν. Ἀγάθων Εὐριπίδη— Εὐριπίδης τί ἔστιν; Ἀγάθων ἐποίησάς ποτε, χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς; Εὐριπίδης ἔγωγε. Ἀγάθων μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθʼ ἄν. ἀλλʼ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε. τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν. Μνησίλοχος καὶ μὴν ού γʼ ὦ κατάπυγον εὐρύπρωκτος εἶ οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν. Εὐριπίδης τί δʼ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε; Ἀγάθων κάκιον ἀπολοίμην ἂν ἢ σύ. Εὐριπίδης πῶς;