αὐτίκα γυναικεῖʼ ἢν ποιῇ τις δράματα, μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμʼ ἔχειν. Μνησίλοχος οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς; Ἀγάθων ἀνδρεῖα δʼ ἢν ποιῇ τις, ἐν τῷ σώματι ἔνεσθʼ ὑπάρχον τοῦθʼ. ἃ δʼ οὐ κεκτήμεθα, μίμησις ἤδη ταῦτα συνθηρεύεται. Μνησίλοχος ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ, ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ. Ἀγάθων ἄλλως τʼ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν· σκέψαι δʼ ὅτι Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν, ἐμιτροφόρουν τε καὶ διεκλῶντʼ Ἰωνικῶς, καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας, αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο· διὰ τοῦτʼ ἄρʼ αὐτοῦ καὶ κάλʼ ἦν τὰ δράματα. ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει. Μνησίλοχος ταῦτʼ ἄρʼ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ, ὁ δʼ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ, ὁ δʼ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ. Ἀγάθων ἅπασʼ ἀνάγκη· ταῦτα γάρ τοι γνοὺς ἐγὼ ἐμαυτὸν ἐθεράπευσα. Μνησίλοχος πῶς πρὸς τῶν θεῶν; Εὐριπίδης παῦσαι βαΰζων· καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν ὢν τηλικοῦτος, ἡνίκʼ ἠρχόμην ποιεῖν. Μνησίλοχος μὰ τὸν Δίʼ οὐ ζηλῶ σε τῆς παιδεύσεως. Εὐριπίδης ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον, ἔα μʼ εἰπεῖν. Ἀγάθων λέγε. Εὐριπίδης Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους.