ποδὶ †παράρυθμʼ εὔρυθμα Φρυγίων διανεύματα Χαρίτων†. Χορὸς Ἀγάθωνος σέβομαι Λατώ τʼ ἄνασσαν κίθαρίν τε ματέρʼ ὕμνων ἄρσενι βοᾷ δόκιμον, τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν ἁμετέρας τε διʼ αἰφνιδίου ὀπός. ὧν χάριν ἄνακτʼ ἄγαλλε Φοῖβον τιμᾷ. χαῖρʼ ὄλβιε παῖ Λατοῦς. Μνησίλοχος ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστʼ ἐμοῦ γʼ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος. καί σʼ ὦ νεανίσχʼ ὅστις εἶ, κατʼ Αἰσχύλον ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή; τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον. τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία; τίς δʼ αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει; καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; ἀλλʼ ὡς γυνὴ δῆτʼ· εἶτα ποῦ τὰ τιτθία; τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτʼ ἐκ τοῦ μέλους ζητῶ σʼ, ἐπειδή γʼ αὐτὸς οὐ βούλει φράσαι; Ἀγάθων ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον ἤκουσα, τὴν δʼ ἄλγησιν οὐ παρεσχόμην· ἐγὼ δὲ τὴν ἐσθῆθʼ ἅμα γνώμῃ φορῶ. χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.