τί οὐ κατεύδει παρʼ ἐμέ; Εὐριπίδης χαῖρε τοξότα, οὐ γὰρ γένοιτʼ ἂν τοῦτο. Τοξότης ναὶ ναὶ γρᾴδιο. ἐμοὶ κάρισο σὺ τοῦτο. Εὐριπίδης δώσεις οὖν δραχμήν; Τοξότης ναὶ ναῖκι δῶσι. Εὐριπίδης τἀργύριον τοίνυν φέρε. Τοξότης ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ. Εὐριπίδης ἔπειτα † κομίζεις αὐτοῖς.† Τοξότης ἀκολούτι τέκνον. σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο. ὄνομα δέ σοι τί ἔστιν; Εὐριπίδης Ἀρτεμισία. Τοξότης μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία. Εὐριπίδης Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς. σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών· ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε. Μνησίλοχος ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ. Εὐριπίδης λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην ἥκοντα καταλαβεῖν. Μνησίλοχος ἐγὼ δὴ τοῦτο δρῶ. Τοξότης ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον, κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο; οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί; ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο. Ἀρταμουξία. διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·