κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι, ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ. Χορός τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα· τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ. Εὐριπίδης ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν. πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον. σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν. Τοξότης τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι Εὐριπίδης ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα. ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς. Τοξότης ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ. ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο. Εὐριπίδης φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί· καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω. Τοξότης ναῖκι ναὶ κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον. οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη. Εὐριπίδης αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην; Τοξότης καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς. Numbered 1187b in print; renumbered 1187a according to Perseus conventions. ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος· εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον. Εὐριπίδης καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν ἤδη βαδίζειν. Τοξότης οὐκὶ πιλῆσι πρῶτά με; Εὐριπίδης πάνυ γε· φίλησον αὐτόν. Τοξότης ὂ ὂ ὂ παπαπαπαῖ, ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.