χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον; Εὐριπίδης ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός. ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι, ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ. Χορός τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα· τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ. Εὐριπίδης ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν. πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον. σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν. Τοξότης τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι Εὐριπίδης ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα. ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς. Τοξότης ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ. ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο. Εὐριπίδης φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί· καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω. Τοξότης ναῖκι ναὶ